Newsletter

 
     
     
 
     
   
   
   
   
   
   
   
 
   
   
   
   
   
   
   
   
   

ΤΡΩΑΔΕΣ

ΕΥΡΙΠΙΔΗΣ » ΤΡΩΑΔΕΣ

Ποσειδῶν

Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
Ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
[5] Φοῖβός τε κἀγὼ λαί̈νους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ' ἐκ φρενῶν
εὔνοι' ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσ'· ὁ γὰρ Παρνάσιος
[10] Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμον' ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
[15] Ἔρημα δ' ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
Πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
[20] πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκν' εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδ' ἐπεστράτευσαν Ἕλληνες πόλιν.
Ἐγὼ δέ νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θ', αἳ συνεξεῖλον Φρύγας
[25] λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ' ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
Πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
[30] Καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχ' Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
Ὅσαι δ' ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ' εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ' ἡ Λάκαινα Τυνδαρὶς
[35] Ἑλένη, νομισθεῖσ' αἰχμάλωτος ἐνδίκως.
Τὴν δ' ἀθλίαν τήνδ' εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ' Ἀχιλλείου τάφου
[40] λάθρα τέθνηκε τλημόνως Πολυξένη·
φροῦδος δὲ Πρίαμος καὶ τέκν'· ἣν δὲ παρθένον
μεθῆκ' Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ' εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.