Newsletter

 
     
     
 
     
   
   
   
   
   
   
   
 
   
   
   
   
   
   
   
   
   

ΡΗΣΟΣ

ΕΥΡΙΠΙΔΗΣ » ΡΗΣΟΣ

Χορός

Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
Τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
ἢ τευχοφόρων;
Δέξαιτο νέων κληδόνα μύθων,
οἳ τετράμοιρον νυκτὸς φυλακὴν    5
πάσης στρατιᾶς προκάθηνται.
Ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
λεῖπε χαμεύνας φυλλοστρώτους,
Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.    10

Ἕκτωρ

Τίς ὅδ'; Ἦ φίλιος φθόγγος· τίς ἀνήρ;
Τί τὸ σῆμα; Θρόει·
τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
κοίτας πλάθουσ'; Ἐνέπειν χρή.

Χορός

Φύλακες στρατιᾶς.    15

Ἕκτωρ

Τί φέρῃ θορύβῳ;

Χορός

Θάρσει.

Ἕκτωρ

Θαρσῶ.
μῶν τις λόχος ἐκ νυκτῶν;

Χορός

Οὐκ ἔστι.

Ἕκτωρ

Τί σὺ γὰρ
φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
εἰ μή τιν' ἔχων νυκτηγορίαν;
Οὐκ οἶσθα δορὸς πέλας Ἀργείου    20
νυχίαν ἡμᾶς
κοίταν πανόπλους κατέχοντας;