Newsletter

 
     
     
 
     
   
   
   
   
   
   
   
 
   
   
   
   
   
   
   
   
   

ΕΛΕΝΗ

ΕΥΡΙΠΙΔΗΣ » ΕΛΕΝΗ

Ἑλένη

Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δ' ὅτ' ἔζη τῆσδε γῆς τύραννος ἦν,
Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ' ἄναξ,    5
ὃς τῶν κατ' οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρ' ἀφῆκεν Αἰακοῦ.
Τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσεν' ὅτι δὴ θεοὺς σέβων
βίον διήνεγκ' εὐγενῆ τε παρθένον    10
Εἰδώ, τὸ μητρὸς ἀγλάισμ', ὅτ' ἦν βρέφος·
ἐπεὶ δ' ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τ' ὄντα καὶ μέλλοντα πάντ' ἠπίστατο,
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.    15
Ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρ' ἔπτατ' εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματ' ὄρνιθος λαβών,
ὃς δόλιον εὐνὴν ἐξέπραξ' ὑπ' αἰετοῦ    20
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δ' ἐκλήθην. Ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμ' ἄν. Ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶν' Ἀλέξανδρον πάρα,
Ἥρα Κύπρις τε διογενής τε παρθένος,    25
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
Τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασ' ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. Λιπὼν δὲ βούσταθμ' Ἰδαῖος Πάρις
Σπάρτην ἀφίκεθ' ὡς ἐμὸν σχήσων λέχος.    30
Ἥρα δὲ μεμφθεῖσ' οὕνεκ' οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμ' Ἀλεξάνδρῳ λέχη,
δίδωσι δ' οὐκ ἔμ', ἀλλ' ὁμοιώσασ' ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ' ἄπο,
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ' ἔχειν    35
κενὴν δόκησιν, οὐκ ἔχων. Τὰ δ' αὖ Διὸς
βουλεύματ' ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν