Newsletter

 
     
     
 
     
   
   
   
   
   
   
   
 
   
   
   
   
   
   
   
   
   

ΑΝΔΡΟΜΑΧΗ

ΕΥΡΙΠΙΔΗΣ » ΑΝΔΡΟΜΑΧΗ

Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,

ὅθεν ποθ' ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,    5
νῦν δ', εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·
ἥτις πόσιν μὲν Ἕκτορ' ἐξ Ἀχιλλέως
θανόντ' ἐσεῖδον, παῖδά θ' ὃν τίκτω πόσει
ῥιφθέντα πύργων Ἀστυάνακτ' ἀπ' ὀρθίων,    10
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσ' Ἑλλάδ' εἰσαφικόμην
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.    15
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδί', ἵν' ἡ θαλασσία
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσ' ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.    20
Ἔνθ' οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δ' ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
Κἀγὼ δόμοις τοῖσδ' ἄρσεν' ἐντίκτω κόρον,
πλαθεῖσ' Ἀχιλλέως παιδί, δεσπότῃ δ' ἐμῷ.    25
Καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μ' ἀεὶ προσῆγε σωθέντος τέκνου
ἀλκήν τιν' εὑρεῖν κἀπικούρησιν δόμον·
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,    30
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
Λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημ' ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ' αὐτῆς θέλω 
τόνδ', ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·    35
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ' ἐδεξάμην,
νῦν δ' ἐκλέλοιπα· Ζεὺς τάδ' εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῷδ' ἐκοινώθην λέχει.
Ἀλλ' οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,