Newsletter

 
     
     
 
     
   
   
   
   
   
   
   
 
   
   
   
   
   
   
   
   
   

ΑΛΚΗΣΤΙΣ

ΕΥΡΙΠΙΔΗΣ » ΑΛΚΗΣΤΙΣ

Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Ευριπίδης και διδάχθηκε (παίχτηκε) το 438 π.Χ.

Η Τραγωδία "Άλκηστις" παρέχει πρότυπο γυναικείας συζυγικής αφοσίωσης. Η επώνυμη ηρωίδα θυσιάζεται υπέρ του ανδρός της Αδμήτου, Βασιλέως των Φερών. Όμως ο Ηρακλής κατόπιν μονομαχίας με τον θάνατο επαναγάγει αυτήν στη ζωή. Επειδή το δράμα αυτό ήταν το τελευταίο τετραλογίας πιθανόν να ήταν σατυρικό.

Επεισόδιον α΄


Ἀπόλλων
Ὦ δώματ' Ἀδμήτει', ἐν οἷς ἔτλην ἐγὼ
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς    5

κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
θνητῷ παρ' ἀνδρὶ τῶνδ' ἄποιν' ἠνάγκασεν.
ἐλθὼν δὲ γαῖαν τήνδ' ἐβουφόρβουν ξένῳ,
καὶ τόνδ' ἔσῳζον οἶκον ἐς τόδ' ἡμέρας.
ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον    10

παιδὸς Φέρητος, ὃν θανεῖν ἐῤῥυσάμην,
Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
Ἄδμητον Ἅιδην τὸν παραυτίκ' ἐκφυγεῖν,
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
πάντας δ' ἐλέγξας καὶ διεξελθὼν φίλους,    15

<πατέρα γεραιάν θ' ἥ σφ' ἔτικτε μητέρα,>
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεν
θανὼν πρὸ κείνου μηκέτ' εἰσορᾶν φάος·
ἣν νῦν κατ' οἴκους ἐν χεροῖν βαστάζεται
ψυχοῤῥαγοῦσαν· τῇδε γάρ σφ' ἐν ἡμέρᾳ    20

θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
ἐγὼ δέ, μὴ μίασμά μ' ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
ἱερέα θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους    25